ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΧΙΩι ΚΑΤΑ ΤΟ ΠΑΛΑΙΟΚΑΣΤΡΟΝ ΓΕΝΟΜΕΝΟΥ ΘΑΥΜΑΤΟΣ ΥΠΟ ΤΗΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ - 14 ΟΚΤΩΒΡΙΟΥ

Τῇ 14ῃ Ὀκτωβρίου ἐορτάζομεν τήν ἀνάμνησιν τοῦ παραδόξου θαύματος, ὅπερ ἐτέλεσεν ἐν τῇ νησῳ τῆς Χίου, κατά τήν συνοικίαν τοῦ Παλαιοκάστρου, ἡ Ἁγία Ὁσιομάρτυς καί Ἀθληφόρος τοῦ Χριστοῦ Παρα- σκευή, ἐν ἔτει 1442 ἀπό Χριστοῦ.


ΕΝ ΤΩι ΜΕΓΑΛΩι ΕΣΠΕΡΙΝΩι
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Παρασκευὴν τὴν Ἁγίαν δεῦτε τιμήσωμεν, αὐτῆς γὰρ ταῖς πρεσβείαις, ἐξιλάσθη ὁ πάντων, Δεσπότης ὁ δικαίως ἡμῖν ὀργισθείς, καὶ θαλάσσης τὸ ὅρμημα, παλινδραμῆσαν κελεύσματι θεϊκῷ, εἶδε Χίος πᾶσα σήμερον.
Μαρτυρικὴν παῤῥησίαν πρὸς τὸν Νυμφίον σου, σὺ τὸν Χριστὸν πλουτοῦσα, πανοσία καὶ Μάρτυς, πρέσβευε ὑπὲρ πάντων τῶν σοὶ ἐκτενῶς, προσπιπτόντων ἐν θλίψεσι, καὶ τῶν κινδύνων λυτροῦσαι καὶ πειρασμῶν, καὶ ἡμᾶς πάλαι διέσωσας.

νευφημοῦμέν σε πόθῳ, ἀνακηρύττοντες, ἁπανταχοῦ τὴν χάριν, ἀνείκαστον ὄντως, καὶ γὰρ σὺ Ἀμβροσίῳ τῷ σῷ ἱερεῖ, καθυπέσχου ἀλώβητον, διατηρήσειν τὴν Χίον ἐκ τῆς ὀργῆς, καὶ ταῖς σαῖς πρεσβείαις σέσωσται.
 Δόξα. Ἦχος β΄.
γάλλεται σήμερον ἡ Χίος ἅπασα, ἐπὶ τῇ μνήμῃ τῆς Ὁσιομάρτυρος, φαιδρῶς πανηγυρίζουσα, ὅτι προστάτην αὐτὴν εὕρατο, ἐν κινδύνοις θερμότατον. Καὶ γάρ ποτε κατακλυσμοῦ πανωλεθρίαν, τῆς γείτονος θαλάσσης, ἀπειλησάσης κατὰ τῆς Πόλεως, αὐτὴ πρὸς τὸν κοινὸν Δεσπότην, τῶν μαρτυρικῶν αὐτῆς χειρῶν χρησαμένη ἐκτάσεσι, παραδόξως ταύτην ἐῤῥύσατο. Διὸ καὶ ἡμεῖς οἱ τῶν σεσωσμένων ἀπόγονοι, τὸν αἰτήσιον ἐγκαινισμὸν ἐπιτελοῦντες τοῦ θαύματος, ἐν πίστει καὶ πόθῳ πρὸς αὐτὴν βοήσωμεν, λέγοντες· Παρασκευὴ πανθαύμαστε, μὴ ἐλλίπης ὑπὲρ ἡμῶν ᾀεὶ πρεσβεύουσα.
 Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς Ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα.
Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ, καὶ ἴδετε, καὶ γνῶτε, ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, εἶ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος. Ἀκούσατε δὴ ταῦτα λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὧτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν. Μὴ ἐμὲ οὐ φοβηθήσεσθε λέγει Κύριος; ἤ ἀπὸ προσώπου μου οὐκ εὐλαβήσεσθε; Τὸν τάζοντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερβήσεται αὐτό. Τῷ δὲ λαῷ τούτῳ ἐγεννήθη καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπῆλθον. Καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν, φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ, καὶ ἐφύλαξεν ἡμῖν. καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἔκρινον. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψωμαι; Λέγει Κύριος· Ἡ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; ἔκστατις καὶ φρικτὰ ἐγεννήθη ἐπ’ αὐτοῖς.
Προφητείας Ναοὺμ τὸ Ἀνάγνωσμα.
Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Καὶ ἀθῶον οὐκ ἐδικήσει Κύριος, ἐν συντελείᾳ καὶ ἐν σεισμῷ ἡ ὁδὸς αὐτοῦ. Καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ, ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν, ὠλιγώθη ἡ Βασανίτης, καὶ ὁ Κάρμηλος. Καὶ τὰ λοιπὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Τὰ ὄρη ἐσείσθησαν ὑπ’ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν. Καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; Καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς, καὶ πέτραι διεθρύβησαν ἀπ’ αὐτοῦ. Τί λογίζεσθε ἐπὶ Κύριον; Καὶ συντέλειαν αὐτὸς ποιήσεται. Οὐκ ἐκδικήσω δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτω διασταλήσονται καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι.
Εἰς τὴν Λιτήν.
Ἦχος πλ. α΄.
ς ἐν πέτρᾳ στεῤῥᾷ, τῆς ὁμολογίας Χριστοῦ, προσερεισθεῖσα Παρασκευὴ πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθησας, καὶ στέφος δὲ τῆς νίκης ἐπάξιον ἀπείληφας.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ Χίος πᾶσα, τὴν ἀνάμνησιν ἄγει, τοῦ σώσαντος αὐτὴν παραδόξου θαύματος, ὅ μαρτυρικῇ παῤῥησίᾳ πρὸς Θεὸν τὸν τῶν ὅλων Δεσπότην, κεχρημένη ἐτέλεσε, Παρασκευὴ ἡ πανθαύμαστος. Τὴν γοῦν εὐεργεσίαν ἀνακηρύττουσα, αἰτεῖται δι’ αὐτῆς ἑκάστοτε, παρὰ Θεοῦ τὸ μέγα ἔλεος.
Εἰς τά Ἀπόστιχα. Στιχηρά προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε Χίος ἅπασα, πνευματικῶς συνελθόντες, τὴν σεπτὴν ἀνάμνησιν τῆς Ὁσιομάρτυρος ἐκτελέσωμεν, τοῦ φρικτοῦ θαύματος, ὅ κοινῶς ἔσωσε, ποντουμένην ἐκ τοῦ κλύδωνος, τὴν πόλιν ἅπασαν. Νεύματι γὰρ θείῳ ἡ θάλασσα, τὰ ὅρια ἐκβέβηκεν, ἅπερ ἀπ’ ἀρχῆς αὐτῇ τέθειται, ἵνα κατακλύσῃ, ἀνόμους τοὺς ὑβρίζοντας Θεόν, ἀλλὰ πρεσβείαις τῆς Μάρτυρος, πάλιν ἐπανέκαμψεν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις παναοίδιμε, Παρασκευὴ σοὶ βοῶμεν, ἡ τὴν Χίον σώσασα, τοῦ παναγίου κλύδωνος, ταῖς πρεσβείαις σου, τὸν θυμὸν παύσασα τοῦ κοινοῦ ἄνακτος, ἐν νεφέλῃ γὰρ ὁλόφωτον, ὑψοῦ ἑώρακεν, αἴρουσαν σὰς χεῖρας Ἀμβρόσιος, ὁ Ὅσιος καὶ ἤκουσε, φόβον ἀπόθεσθαι χαώσεως. Καὶ νῦν κατὰ χρέος, ἐτήσιον τελοῦν ἑορτήν, ἀνακροτοῦμεν τὴν χάριν σου Μάρτυς ἀξιάγαστε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Νῦν ἐυχαριστοῦμέν σοι, Παρασκευὴ Ἀθληφόρε, ἐτησίως μέλποντος ἐν Ναῷ Ἁγίῳ σου, καὶ κηρύττοντες, ὡς ἡμᾶς ἔσωσας, τοῦ δεινοῦ κλύδωνος, ἀνομοῦντας πρὸς τὸν Κύριον, καὶ σοῦ δεόμεθα, πρόστηθι εὐσπλάγχνως ἑκάστοτε, συνέριθον λαμβάνουσα, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, τὴν σεπτὴν Ματρῶναν. Τῆς Χίου οὗσαν στήριγμα ᾀεί, καὶ γὰρ αἱ δύω ὡς κρείττονες, τῆς Γραφῆς ἀκούομεν.
 Δόξα. Ἦχος α΄.
 Παρασκευὴ πανεύφημε, Μαρτύρων ἐγκαλλώπισμα, προστάτην σε τῆς πόλεως ἡμῶν παραδόξως ἐκ τῶν ἔργων ἐγνωκότες, καὶ πρεσβευτὴν πρὸς Θεὸν ἀκαταίσχυντον, κατὰ χρέος σε γεραίρομεν εὐχαριστοῦντες, ὅτι σπλαγχνισθεῖσα ἐφ’ ἡμᾶς ἵλεων ἀπειργάσο τὸν Δεσπότην, ὥστε μὴ εἰς τέλος ἡμᾶς ἀπλέσθαι. Καὶ νῦν σου δεόμεθα, μὴ παύσῃ πρὸς αὐτόν, ὑπὲρ ἡμῶν ᾀεὶ πρεσβεύουσα, ὅπως εὕρομεν ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν. Θεοτοκίον.
δοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις, Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν....

Νῦν ἀπολυεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. 
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
  Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Καὶ Ἀπόλυσις

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΕΡΙ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ Ή ΠΡΟΘΕΣΕΩΣ (φωτο. π. Ι.Ν. Κουντουριάδη)

Ο ΑΓΙΟΣ ΡΗΓΙΝΟΣ Ο μαρτυρικός ιεράρχης της Σκοπέλου και θαυματουργός πολιούχος άγιος του νησιού

Ο ΑΓΙΟΣ ΓΕΡΑΣΙΜΟΣ (1509 -1579) Ο εκ Τρικάλων Κορινθίας θαυματουργός προστάτης των Ορθοδόξων και πολύτιμος πνευματικός θησαυρός της Κεφαλληνίας