ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ ΓΕΝΕΣΙΣ ΚΑΦ.9


ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ ΓΕΝΕΣΙΣ ΚΑΦ.9
12 καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ᾿ ὑμῶν εἰς γενεὰς αἰωνίους·
13 τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.
14 καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ,
15 καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.
16 καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσι σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
17 καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Σχόλια

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΕΡΙ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ Ή ΠΡΟΘΕΣΕΩΣ (φωτο. π. Ι.Ν. Κουντουριάδη)

Ο ΑΓΙΟΣ ΡΗΓΙΝΟΣ Ο μαρτυρικός ιεράρχης της Σκοπέλου και θαυματουργός πολιούχος άγιος του νησιού

Ο ΑΓΙΟΣ ΓΕΡΑΣΙΜΟΣ (1509 -1579) Ο εκ Τρικάλων Κορινθίας θαυματουργός προστάτης των Ορθοδόξων και πολύτιμος πνευματικός θησαυρός της Κεφαλληνίας