18 Φεβ 2017

Η ΕΟΡΤΗ ΤΗΣ ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ της Αθηναίας


Εικόνα Ι. Εν. Ναού Αγ. Νικολάου (Νησί) Βροντάδου
ποίημα του Αγιογράφου Γεώργιου Παναγιωτάκη 1972


Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὅσιων τὴν ἔλλαμψιν, εἰσδεδεγμένη σεμνή, τὴν πάλιν ἐφαίδρυνας, τῶν Ἀθηναίων τὴ σῆ, ἀσκήσει καὶ χάριτι, σὺ γὰρ ἐν εὐποιίαις, διαλάμπουσα Μῆτερ, ἤθλησας δι' ἀγάπην, εὐσεβῶς τοῦ πλησίον διὸ σὲ ὢ Φιλοθέη, Χριστὸς ἐδόξασε.

Βιογραφία

Ι. Ν. ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ (ΝΗΣΙ) ΒΡΟΝΤΑΔΟΥ 18.02.2017


ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
ΓΕΝΕΣΙΣ Κεφάλαιο 1
ΕΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. 4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. 5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.

Ι. Ν. ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ (ΝΗΣΙ) ΒΡΟΝΤΑΔΟΥ 18.02.2017


ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
Ψαλμός 103
Τῷ Δαυΐδ.
22 ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. 23 ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. 24 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. 25 αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων· 26 ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

ΤΟ ΘΕΙΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 19 ΦΕΒΡΟΥΑΡΙΟΥ

Ἀριθμός 8
Κυριακή 19 Φεβρουαρίου 2017
ΤΗΣ ΑΠΟΚΡΕΩ
(Α΄Κορ. η΄8-θ΄2)