18 Φεβ 2017

Ι. Ν. ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ (ΝΗΣΙ) ΒΡΟΝΤΑΔΟΥ 18.02.2017


ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ
Ψαλμός 103
Τῷ Δαυΐδ.
22 ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. 23 ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. 24 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. 25 αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων· 26 ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου