Από την υμνολογία της Οσίας Ματρώνης της Χιοπολίτιδος

Ἀπολυτίκιον Ἦχος πλ. δ’.
Ἐν σοί Μῆτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβοῦσα γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττουσα ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὁσία Ματρῶνα τό πνεῦμά σου (Χιακόν Λειμωνάριον)
Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ακούστε το απολυτίκιο: www.pigizois.net/sinaxaristis/10/mp3/20_matrona.mp3
Κοντάκιον Ἦχος γ’.
Οὐδαμῶς τὸ θῆλύ σοι, ἐμποδὼν ὤφθη Ματρῶνα, πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας ὄντως καὶ ἄθλους· ᾔσχυνας, διὸ τὸν μέγαν νοῦν θεοφόρε· εὔφρανας, τὸ γυναικεῖον μεγάλως γένος, τὸ ἐκείνου ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος. (Χιακόν Λειμωνάριον)
Μεγαλυνάριον
Ἔβλυσας ἱδρῶτας ἀσκητικούς, ἐν τῇ Χίῳ Μῆτερ, ὡς καλλίκρουνός τις πηγή, ἐξ ὧν ἀπαντλοῦντες, Ματρῶνα μακαρία, παθῶν τῶν ψυχοφθόρων, ἐκκαθαιρόμεθα.
πηγη: Ι.Μ.Χ.
Σχόλια
Δημοσίευση σχολίου